Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.168 Joseph. AJ 4.173 (English) >>Joseph. AJ 4.178

4.172

Οἰκοδομεῖ δὲ καὶ Μωυσῆς τὰς δέκα πόλεις τὰς εἰς τὸν ἀριθμὸν τῶν ὀκτὼ καὶ τεσσαράκοντα γενησομένας, ὧν τρεῖς ἀπέδειξε τοῖς ἐπʼ ἀκουσίῳ φόνῳ φευξομένοις, καὶ χρόνον ἔταξεν εἶναι τῆς φυγῆς τὸν αὐτὸν τῷ ἀρχιερεῖ, ἐφʼ οὗ δράσας τις τὸν φόνον ἔφυγε. μεθʼ ὃν συνεχώρει τελευτήσαντα κάθοδον, ἐχόντων ἐξουσίαν τῶν τοῦ πεφονευμένου συγγενῶν κτείνειν, εἰ λάβοιεν ἔξω τῶν ὅρων τῆς πόλεως εἰς ἣν ἔφυγε τὸν πεφονευκότα· ἑτέρῳ δὲ οὐκ ἐπετέτραπτο. 4.173αἱ δὲ πόλεις αἱ πρὸς τὰς φυγὰς ἀποδεδειγμέναι ἦσαν αἵδε· Βοσάρα μὲν ἐπὶ τοῖς ὁρίοις τῆς Ἀραβίας, Ἀρίμανον δὲ τῆς Γαλαδηνῶν γῆς, καὶ Γαυλανὰν δʼ ἐν τῇ Βατανίδι. κτησαμένων δʼ αὐτῶν καὶ τὴν Χαναναίων γῆν τρεῖς ἕτεραι πόλεις ἔμελλον ἀνατεθήσεσθαι τῶν Λευίτιδων πόλεων τοῖς φυγάσιν εἰς κατοικισμὸν Μωυσέος ἐπιστείλαντος. 4.174

Μωυσῆς δὲ προσελθόντων αὐτῷ τῶν πρώτων τῆς Μανασσίτιδος φυλῆς καὶ δηλούντων μὲν ὡς τεθνήκοι τις τῶν φυλετῶν ἐπίσημος ἀνὴρ Σωλοφάντης ὄνομα, παῖδας μὲν οὐ καταλιπὼν ἄρσενας θυγατέρας δέ τοι, καὶ πυθομένων εἰ τούτων κλῆρος ἔσοιτο, φησίν, 4.175εἰ μὲν μέλλουσί τινι συνοικεῖν τῶν φυλετῶν, μετὰ τοῦ κλήρου πρὸς αὐτοὺς ἀπιέναι, εἰ δʼ ἐξ ἄλλης γαμοῖντό τισι φυλῆς, τὸν κλῆρον ἐν τῇ πατρῴᾳ φυλῇ καταλιπεῖν. καὶ τότε μένειν ἑκάστου τὸν κλῆρον ἐν τῇ φυλῇ διετάξατο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.168 Joseph. AJ 4.173 (English) >>Joseph. AJ 4.178

Powered by PhiloLogic